[5] Καὶ χρόνον μέν τινα διαταλαντουμένην οὕτω τὴν ναῦν τοῖς κύμασιν ἐπαλαίομεν εἰς τὸ ἀντίρροπον καθελεῖν: αἰφνίδιον δὲ [p. 89] μεταβάλλεται τὸ πνεῦμα ἐπὶ θάτερα τῆς νεὼς καὶ μικροῦ βαπτίζεται τὸ σκάφος, τοῦ μὲν τέως εἰς κῦμα κλιθέντος ἀναθορόντος ὀξείᾳ ῥοπῇ, θατέρου δέ, ὃ ᾐώρητο, καταρραγέντος εἰς τὴν θάλατταν.