‘ [10] ὄνομα δὲ αὐτὴν ὁ ἔμπορος ἐκάλει Λάκαιναν.’ Ἡ δὲ τὸν μὲν τῆς διοικήσεως, ἧς εἶχεν, ἀπέπαυσε, τὴν δὲ παραδίδωσι θεραπαίναις, κελεύσασα λοῦσαι καὶ ἐσθῆτα ἀμφιέσαι καθαρὰν καὶ εἰς ἄστυ ἀγαγεῖν: διοικήσασα δέ τινα τῶν κατὰ τοὺς ἀγρούς, ὧν ἕνεκεν παρῆν, ἐπιβᾶσα τοῦ ὀχήματος ἅμα ἐμοί, ἐπανῄειμεν εἰς τὴν πόλιν καὶ περὶ τὸ δεῖπνον ἦμεν.