[5] τῶν δ̓ ἄλλων ἀδιήγητος ὁ θάνατος ἦν. Οἱ μὲν γὰρ εὐθὺς ἐκ πρώτης προσβολῆς μηδὲ κινήσαντες τὰς αἰχμὰς ἀπώλλυντο, οἱ δὲ οὐ λαβόντες σχολὴν ἀμύνασθαι: ἅμα γὰρ ἐμάνθανον καὶ ἔπασχον: ἐνίους δὲ ἔφθανε τὸ παθεῖν πρὸ τοῦ μαθεῖν: οἱ δὲ ὑπ̓ ἐκπλήξεως τοῦ παραλόγου τὸν θάνατον εἱστήκεσαν περιμένοντες: οἱ δὲ καὶ κινηθέντες μόνον κατωλίσθανον ὑποσκελίζοντος αὐτοὺς τοῦ ποταμοῦ: οἱ δὲ καὶ φεύγειν ὁρμήσαντες εἰς τὸ βαθὺ τῆς λίμνης ἐγκυλισθέντες ὑπεσύρησαν.