[5] Τρικυμίαι δὲ πολλαὶ καὶ πάντοθεν, αἱ μὲν κατὰ πρόσωπον, αἱ δὲ κατ̓ οὐρὰν τῆς νεὼς ἀλλήλαις ἀντέπιπτον. Ἡ δὲ ναῦς ἀεὶ πρὸς μὲν τὸ κυρτούμενον τῆς θαλάσσης ἠγείρετο, πρὸς δὲ τὸ παραδραμὸν ἤδη καὶ χθαμαλὸν τοῦ κύματος κατεδύετο. Ἐῴκει δὲ τῶν κυμάτων [p. 90] μάτων τὰ μὲν ὄρεσι, τὰ δὲ χάσμασιν.