‘ [5] Τίνα οἴει με τότε ψυχὴν ἔχειν, εἰ καὶ ψυχὴν εἶχον ὅλως; Τὸ δὲ οἰκτρότερον, τὰς χεῖρας ὤρεγέ μοι μικρὸν ἔτι ἐμπνέων καὶ περιέβαλλε καὶ ἀποθνήσκων οὐκ ἐμίσει με τὸν πονηρὸν ὁ ὑπ̓ ἐμοῦ πεφονευμένος, ἀλλὰ τὴν ψυχὴν ἀφῆκε τῇ φονευσάσῃ περιπλεκόμενος δεξιᾷ. ’