Ἡκούσης δὲ τῆς κυρίας ὁ Θέρσανδρος εἶπεν ὧδε ‘Οὐκ οἶδα τίνος ἄρξωμαι λόγου καὶ πόθεν, οὐδὲ τίνων κατηγορήσω πρῶτον καὶ τίνων δεύτερον. Τά τε γὰρ τετολμημένα πολλὰ ὑπὸ πολλῶν καὶ οὐδὲν οὐδενὸς τῷ μεγέθει δεύτερον: πάντα δὲ ἀλλήλων γυμνὰ καὶ μεθ̓ ὧν οὐδ̓ ἂν ἅψωμαι κατηγορῶν. ’