‘ [8] Πολλάκις ἤκουσα παρὰ τῶν ναυτικωτέρων, καθαρὰ δεῖν ἀφροδισίων εἶναι τὰ σκάφη, τάχα μὲν ὡς ἱερά, τάχα δὲ ἵνα μή τις ἐν τηλικούτῳ κινδύνῳ τρυφᾷ. Μὴ ἐνυβρίσωμεν, ὦ φιλτάτη, τῇ θαλάσσῃ: μὴ συμμίξωμεν γάμον ὁμοῦ καὶ φόβον: τηρήσωμεν ἑαυτοῖς καθαρὰν τὴν ἡδονήν.’ Ταῦτα λέγων καὶ μειλισσόμενος τοῖς φιλήμασιν ἔπειθον, καὶ τὸ λοιπὸν οὕτως ἐκαθεύδομεν.