[4] Τοιαύτη δέ ἐστιν ἐλέφαντος ἡ γένυς, οἵα τοῦ βοὸς ἡ κεφαλή. Σὺ μὲν γὰρ ἂν ἰδὼν εἴποις κέρας ἔχειν αὐτοῦ τὸ στόμα διπλοῦν: ἔστι δὲ τοῦτο ἐλέφαντος καμπύλος ὀδούς. Μεταξὺ δὲ τῶν ὀδόντων ἀνίσταται αὐτῷ προβοσκίς, κατὰ σάλπιγγα μὲν καὶ τὴν ὄψιν καὶ τὸ μέγεθος, εὐπειθὴς δὲ τῶν πρὸς τὸν ἐλέφαντα.