Ὡς οὖν ὁ ἄνθρωπος ἐγένετό μου πλησίον, τοῦ [p. 174] δράματος ἤρχετο. Ἀνοιμώξας γὰρ πάνυ κακούργως ‘τίνα βίον’ ἔφη ‘βιωσόμεθ̓ ἔτι καὶ τί φυλαξόμεθα πρὸς ἀκίνδυνον ζωήν; οὐ γὰρ αὐτάρκης ἡμῖν ὁ δίκαιος τρόπος: ἐμπίπτουσαι δὲ αἱ τύχαι βαπτίζουσιν ἡμᾶς. Ἔδει γάρ με μαντεύσασθαι τίς ἦν ὁ συμβαδίζων ’