[3] Ταῦτα ἔδοξε: καὶ τὴν μὲν Κλειὼ τῶν οἰκετῶν αὑτοῦ τινι παραδίδωσι, κελεύσας ἐμβάλλεσθαι σκάφει, ἡμεῖς δὲ αὐτοῦ καταμείναντες ἐφροντίζομεν περὶ τῶν ἐσομένων, καὶ τέλος ἔδοξεν ἀποπειραθῆναι τῆς κόρης καὶ εἰ μὲν θελήσει συμφυγεῖν, οὕτω πράττειν: εἰ δὲ μή, μένειν αὐτοῦ, παραδόντας ἑαυτοὺς τῇ τύχῃ. Κοιμηθέντες οὖν ὀλίγον τῆς νυκτὸς ὅσον τὸ λοιπὸν περὶ τὴν ἕω πάλιν ἐπὶ τὴν οἰκίαν ἐπανήλθομεν.