‘ [4] καὶ ἔστιν ὥσπερ τῆς νήσου τράχηλος. Οὐκ ἐρρίζωται δὲ κατὰ τῆς θαλάσσης, ἀλλὰ τὸ ὕδωρ ὑπορρεῖ κάτωθεν, ὑπόκειται δὲ πορθμὸς τῷ ἰσθμῷ: καὶ γίνεται τὸ θέαμα καινόν, πόλις ἐν θαλάσσῃ καὶ νῆσος ἐν γῇ. Ἀθηνᾶν δὲ Ἥφαιστος ἔχει: εἰς τὴν ἐλαίαν [p. 69] ᾐνίξατο καὶ τὸ πῦρ, ἃ παῤ ἡμῖν ἀλλήλοις συνοικεῖ. ’