‘ [4] Ἔτι μόνον ἔχω ταύτην τὴν ἡμέραν: τὴν ὑπόσχεσιν ἀπαιτῶ. Ἀναμνήσθητι τῆς Ἴσιδος, αἰδέσθητι τοὺς ὅρκους τοὺς ἐκεῖ. Εἰ μὲν γὰρ καὶ συνοικεῖν ἤθελες, ὥσπερ ὤμοσας, οὐκ ἂν ἐφρόντισα Θερσάνδρων μυρίων: ἐπεὶ δὲ Λευκίππην εὑρόντι σοι γάμος ἀδύνατος ἄλλης γυναικός, ἑκοῦσά σοι τοῦτο παραχωρῶ: οἶδα νικωμένη: οὐκ αἰτῶ πλέον ἢ δύναμαι τυχεῖν: κατ̓ ἐμοῦ γὰρ πάντα καινά: ἀναβιοῦσι καὶ νεκροί. ’