[3] Ὡς δ̓ οὐκ ἔπειθεν (ἐδεδίει γὰρ τὴν πόλιν: καὶ γὰρ ἄλλον ἄρχοντα πρὸ αὐτοῦ ληφθέντα τοιαύτην ἐργασάμενον φαρμακείαν ἀποθανεῖν) δευτέραν αὐτῷ προσφέρει δέησιν, ἐμβαλεῖν τινα εἰς τὸ οἴκημα, ἔνθα ἔτυχον δεδεμένος, ὡς δὴ καὶ αὐτὸν ἕνα τῶν δεσμωτῶν, προσποιησάμενος βούλεσθαι τἀμὰ δἰ ἐκείνου μαθεῖν.