[4] ‘οἴχομαί σοι’ λέγων ‘Κλεινία.’ Καὶ συνεστέναξεν ὁ Κλεινίας, ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς κρεμάμενος, καὶ τῇ φωνῇ τρέμων ‘ἀποκτενεῖς’ εἶπε ‘σιωπῶν: τί σε λυπεῖ; τίνι δεῖ μάχεσθαι;’ Καὶ ὁ Χαρικλῆς ‘γάμον’ εἶπεν ‘ὁ πατήρ μοι προξενεῖ, καὶ γάμον ἀμόρφου κόρης, ἵνα διπλῷ συνοικῶ κακῷ: πονηρὸν μὲν γὰρ γυνή, κἂν εὔμορφος ᾖ: ἐὰν δὲ καὶ ἀμορφίαν δυστυχῇ, τὸ κακὸν διπλοῦν. ’