‘ [3] Ἔρωτος πνεῖ, Ἀφροδίτην προξενεῖ, εὐώδεσι φύλλοις κομᾷ, εὐκινήτοις πετάλοις τρυφᾷ, τὰ πέταλα τῷ Ζεφύρῳ γελᾷ.’ Ἡ μὲν ταῦτα ᾖδεν: ἐγὼ δὲ ἐδόκουν τὸ ῥόδον ἐπὶ τῶν χειλέων αὐτῆς ἰδεῖν, ὡς εἴ τις τῆς κάλυκος τὸ περιφερὲς εἰς τὴν τοῦ στόματος ἔκλεισε μορφήν.