[2] δύο δὲ ἄλλους ἐπαγαγών, ὡς εἶδε τὴν Λευκίππην μόνην, εἰσπηδήσας καὶ τὸ στόμα ἐπισχὼν συναρπάζει καὶ κατὰ θάτερα τῆς τῶν θεραπαινίδων ἐκτροπῆς χωρεῖ, φέρων εἴς τι δωμάτιον ἀπόρρητον, καὶ καταθέμενος λέγει πρὸς αὐτήν ‘ἥκω σοι φέρων σωρὸν ἀγαθῶν, ἀλλ̓ ὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ μου. ’