“ [3] περὶ δὲ τῶν φυτῶν λέγουσι παῖδες σοφῶν: καὶ μῦθον ἔλεγον ἂν τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες ἔλεγον γεωργῶν. Ὁ δὲ λόγος: ἄλλο μὲν ἄλλου φυτὸν ἐρᾷν, τῷ δὲ φοίνικι τὸν ἔρωτα μᾶλλον ἐνοχλεῖν: λέγουσι δὲ τὸν μὲν ἄρρενα τῶν φοινίκων, τὸν δὲ θῆλυν.
”