Πρὸ δὲ τῆς πανηγύρεως, ἣν ὁ Καλλισθένης προσεδόκα, γίνεται δὴ τὰ τοῦ ἀετοῦ καὶ τῶν μάντεων: [p. 72] καὶ εἰς τὴν ὑστεραίαν παρεσκευαζόμεθα νύκτωρ, ὡς θυσόμενοι τῷ θεῷ. Τούτων δὲ τὸν Ζήνωνα ἐλάνθανεν οὐδέν: ἀλλ̓ ἐπειδὴ καιρὸς ἦν βαθείας ἑσπέρας, ἡμεῖς μὲν προήλθομεν, ὁ δὲ εἵπετο.