‘ [2] Λέγουσι δὲ τὰς ἐν ὕδατι ψυχὰς ἀνῃρημένας μηδὲ εἰς Ἅδου καταβαίνειν ὅλως, ἀλλ̓ αὐτοῦ περὶ τὸ ὕδωρ ἔχειν τὴν πλάνην, καὶ ἐπιστήσεται τάχα ἡμῖν συμπλεκομένοις. Ἐπιτήδειον δέ σοι δοκεῖ τὸ χωρίον εἶναι πρὸς γάμον; γάμος ἐπὶ κύματος, γάμος ὑπὸ θαλάσσης φερόμενος; θάλαμον ἡμῖν θέλεις γενέσθαι μὴ μένοντα;’