Ὡς δὲ ἦν ἑσπέρα, πρότεραι μὲν πρὸς ὕπνον ἐτράπησαν αἱ γυναῖκες, μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς, οἱ μὲν δὴ ἄλλοι τῇ γαστρὶ μετρήσαντες τὴν ἡδονήν, ἐγὼ δὲ τὴν εὐωχίαν ἐν τοῖς ὀφθαλμοῖς φέρων, τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι καὶ μέχρι κόρου προελθὼν ἀπῆλθον μεθύων ἔρωτι. [2] Ὡς δὲ εἰς τὸ δωμάτιον παρῆλθον, ἔνθα μοι [p. 44] καθεύδειν ἔθος ἦν, οὐδὲ ὕπνου τυχεῖν ἠδυνάμην. Ἔστι μὲν γὰρ φύσει καὶ τἆλλα νοσήματα καὶ τὰ τοῦ σώματος τραύματα ἐν νυκτὶ χαλεπώτερα, καὶ ἐπανίσταται μᾶλλον ἡμῖν ἡσυχάζουσι καὶ ἐρεθίζει τὰς ἀλγηδόνας: [3] ὅταν γὰρ ἀναπαύηται τὸ σῶμα, τότε σχολάζει τὸ ἕλκος νοσεῖν: τὰ δὲ τῆς ψυχῆς τραύματα μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ. Ἐν ἡμέρᾳ μὲν γὰρ ὀφθαλμοὶ καὶ ὦτα πολλῆς γεμιζόμενα περιεργίας ἐπικουφίζει τῆς νόσου τὴν ἀκμήν, ἀντιπερισπῶντα τὴν ψυχὴν τῆς εἰς τὸ πονεῖν σχολῆς: ἐὰν δὲ ἡσυχίᾳ τὸ σῶμα πεδηθῇ, καθ̓ ἑαυτὴν ἡ ψυχὴ γενομένη τῷ κακῷ κυμαίνεται. [4] Πάντα γὰρ ἐξεγείρεται τότε τὰ τέως κοιμώμενα: τοῖς πενθοῦσιν αἱ λῦπαι, τοῖς μεριμνῶσιν αἱ φροντίδες, τοῖς κινδυνεύουσιν οἱ φόβοι, τοῖς ἐρῶσι τὸ πῦρ. Περὶ δὲ τὴν ἕω μόλις ἐλεήσας μέ τις ὕπνος ἀνέπαυσεν ὀλίγον. [5] Ἀλλ̓ οὐδὲ τότε μου τῆς ψυχῆς ἀπελθεῖν ἤθελεν ἡ κόρη: πάντα γὰρ ἦν: μοι Λευκίππη τὰ ἐνύπνια: διελεγόμην αὐτῇ, συνέπαιζον, συνεδείπνουν, ἡπτόμην, πλείονα εἶχον ἀγαθὰ τῆς ἡμέρας. Καὶ γὰρ κατεφίλησα, καὶ ἦν τὸ φίλημα ἀληθινόν: ὥστ̓ ἐπειδή με ἤγειρεν ὁ οἰκέτης, ἐλοιδορούμην αὐτῷ τῆς ἀκαιρίας, ὡς ἀπολέσας ὄνειρον οὕτω γλυκύν. [6] Ἀναστὰς οὖν ἐβάδιζον ἐξεπίτηδες εἴσω τῆς οἰκίας κατὰ πρόσωπον τῆς κόρης βιβλίον ἅμα κρατῶν, καὶ ἐγκεκυφὼς ἀνεγίνωσκον: τοῖς δὲ ὀφθαλμοῖς, εἰ κατὰ τὰς θύρας γενοίμην, ἐπίλλιζον κάτωθεν, καί τινας περιπατήσας διαύλους καὶ ἐποχετευσάμενος ἐκ τῆς θέας ἔρωτα σαφῶς ἀπῄειν ἔχων τὴν ψυχὴν κακῶς. Καὶ ταῦτά μοι τριῶν ἡμερῶν ἐπυρσεύετο.