Ταῦτα μὲν οὖν ἀκούων ὁ Κλεινίας ἐσίγα τινὰ χρόνον ὑπ̓ ἐκπλήξεως, μεταξὺ δὲ νήψας ἐκ τοῦ κακοῦ διωλύγιον ἐκώκυσε καὶ ἐκδραμεῖν ἐπὶ τὸ σῶμα ἠπείγετο: ἐπηκολούθουν δὲ κἀγώ, παρηγορῶν ὡς ἠδυνάμην. [2] Καὶ ἐν τούτῳ φοράδην Χαρικλῆς ἐκομίζετο, θέαμα οἴκτιστον καὶ ἐλεεινόν: ὅλος γὰρ τραῦμα ἦν, ὥστε μηδένα τῶν παρόντων κατασχεῖν τὰ δάκρυα. Ἐξῆρχε δὲ τοῦ θρήνου ὁ πατὴρ πολυτάρακτον βοῶν ‘οἷος ἀπ̓ ἐμοῦ προελθὼν οἷος ἐπανέρχῃ μοι, τέκνον; ὢ πονηρῶν ἱππασμάτων. Οὐδὲ κοινῷ μοι θανάτῳ τέθνηκας: οὐδ̓ εὐσχήμων φαίνῃ νεκρός. [3] Τοῖς μὲν γὰρ ἄλλοις τῶν ἀποθανόντων κἂν ἴχνος τῶν γνωρισμάτων διασώζεται: κἂν τὸ ἄνθος τις τῶν προσώπων ἀπολέσῃ, τηρεῖ τὸ εἴδωλον καὶ παρηγορεῖ τὸ λυπούμενον καθεύδοντα μιμούμενος: τὴν μὲν γὰρ ψυχὴν ἐξεῖλεν ὁ θάνατος, ἐν δὲ τῷ σώματι τηρεῖ τὸν ἄνθρωπον. [4] Σοῦ δὲ ὁμοῦ καὶ ταῦτα διέφθειρεν ἡ τύχη, καί μοι τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. Ὄντως σου τέθνηκε καὶ τῆς εἰκόνος ἡ σκιά: ἡ μὲν γὰρ ψυχή σου πέφευγεν, οὐχ εὑρίσκω δέ σε οὐδὲ ἐν τῷ σώματι. [5] Πότε μοι, τέκνον, γαμεῖς; πότε σου θύσω τοὺς γάμους, ἱππεῦ καὶ νυμφίε: νυμφίε μὲν ἀτελής, ἱππεῦ δὲ δυστυχής. Τάφος μέν σοι, τέκνον, ὁ θάλαμος, γάμος δὲ ὁ θάνατος, θρῆνος δὲ [p. 53] ὁ ὑμέναιος: ὁ δὲ κωκυτὸς οὗτος τῶν γάμων ᾠδαί. [6] Ἄλλο σοι, τέκνον, προσεδόκων πῦρ ἀνάψειν: ἀλλὰ τοῦτο μὲν ἔσβεσεν ἡ φθονερὰ τύχη μετὰ σοῦ: ἀνάπτει δέ σοι δᾷδας κακῶν. Ὢ πονηρᾶς ταύτης δᾳδουχίας. Ἡ νυμφική σοι δᾳδουχία ταφὴ γίνεται.’