Ὁ δ̓ ἄρχεται τοῦ λέγειν ὧδε“ἐμοὶ Φοινίκη γένος, Τύρος ἡ πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ Ἱππίας, ἀδελφὸς πατρὸς Σώστρατος, οὐ πάντα δὲ ἀδελφός, ἀλλ̓ ὅσον ἀμφοῖν εἷς πατήρ: αἱ γὰρ μητέρες τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία. Ὁ μὲν οὖν τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ: πολὺς γὰρ ὁ τῆς μητρὸς κλῆρος ἦν αὐτῷ: ὁ δὲ ἐμὸς πατὴρ ἐν Τύρῳ κατῴκει. [2] Τὴν δὲ μητέρα οὐκ οἶδα τὴν ἐμήν: ἐπὶ νηπίῳ γάρ μοι τέθνηκεν. Ἐδέησεν οὖν τῷ πατρὶ γυναικὸς ἑτέρας, ἐξ ἧς ἀδελφή μοι Καλλιγόνη γίνεται. Καὶ ἐδόκει μὲν τῷ πατρὶ συνάψαι μᾶλλον ἡμᾶς γάμῳ: αἱ δὲ Μοῖραι τῶν ἀνθρώπων κρείττονες ἄλλην ἐτήρουν μοι γυναῖκα. Φιλεῖ δὲ τὸ δαιμόνιον πολλάκις τοῖς ἀνθρώποις τὸ μέλλον νύκτωρ λαλεῖν οὐχ ἵνα φυλάξωνται μὴ παθεῖν (οὐ γὰρ εἱμαρμένης δύνανται κρατεῖν), ἀλλ̓ ἵνα κουφότερον [p. 41] πάσχοντες φέρωσι. [3] Τὸ μὲν γὰρ ἀθρόον καὶ ἀπροσδόκητον ἐκπλήσσει τὴν ψυχὴν ἄφνω προσπεσὸν καὶ κατεβάπτισε, τὸ δὲ πρὸ τοῦ παθεῖν προσδοκώμενον προκατηνάλωσε κατὰ μικρὸν μελετώμενον τοῦ πάθους τὴν ἀκμήν. Ἐπεὶ γὰρ εἶχον ἔνατον ἔτος ἐπὶ τοῖς δέκα, καὶ παρεσκεύαζεν ὁ πατὴρ εἰς νέωτα ποιήσων τοὺς γάμους, ἤρχετο τοῦ δράματος ἡ τύχη. [4] Ὄναρ ἐδόκουν συμφῦναι τῇ παρθένῳ τὰ κάτω μέρη μέχρις ὀμφαλοῦ, δύο δὲ ἐντεῦθεν τὰ ἄνω σώματα: ἐφίσταται δέ μοι γυνὴ φοβερὰ καὶ μεγάλη, τὸ πρόσωπον ἀγρία, ὀφθαλμὸς ἐν αἵματι, βλοσυραὶ παρειαί, ὄφεις αἱ κόμαι: ἅρπην ἐκράτει τῇ δεξιᾷ, δᾷδα τῇ λαιᾷ. Ἐπιπεσοῦσα οὖν μοι θυμῷ καὶ ἀνατείνασα τὴν ἅρπην καταφέρει τῆς ἰξύος, ἔνθα τῶν δύο σωμάτων ἦσαν αἱ συμβολαί, καὶ ἀποκόπτει μου τὴν παρθένον. [5] Περιδεὴς οὖν ἀναθορὼν ἐκ τοῦ δείματος φράζω μὲν πρὸς οὐδένα, κατ̓ ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην.
Ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. Ἦν ἀδελφός, ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. Παρὰ τούτου τις ἔρχεται κομίζων ἐπιστολὰς ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ γεγραμμένα τοιάδε:
[6]
Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος.
ἥκουσι πρὸς σὲ θυγάτηρ ἐμὴ Λευκίππη καὶ Πάνθεια
γυνή: πόλεμος γὰρ περιλαμβάνει Βυζαντίους Θρᾳκικός.
Σῶζε δή μοι τὰ φίλτατα τοῦ γένους μέχρι τῆς τοῦ πολέμου τύχης.
”