‘Ἐπεὶ δ̓ ἐνικήσαμεν τὸν πόλεμον ἐπιφανείᾳ τῶν θεῶν καὶ ὑποστρέψαντες εἰς τὸ Βυζάντιον, εὐφημοῦντες τὸν Ἡρακλέα καὶ τὴν Ἄρτεμιν ἐχειροτονήθημεν ἐγὼ μὲν ἐνταῦθα τῇ Ἀρτέμιδι, ὁ δὲ εἰς Τύρον Ἡρακλεῖ, λαβόμενός μου τῆς δεξιᾶς ὁ Καλλισθένης διηγεῖται πρῶτον τὰ πεπραγμένα αὐτῷ περὶ τὴν Καλλιγόνην. [2] ῾Ἀλλὰ ἅπερ ἐποιήσαμεν, πάτεῤ εἶπε ‘τὰ μὲν νεότητος φύσει πέπρακται βίᾳ, τὰ δὲ μετὰ ταῦτα προαιρέσει. Παρθένον γὰρ τὴν κόρην μέχρι τούτου τετήρηκα, καὶ ταῦτα πολέμοις ὁμιλῶν, ἐν οἷς οὐδεὶς ἀναβάλλεται τὰς ἡδονάς. [3] Νῦν οὖν εἰς τὴν Τύρον αὐτὴν ἀπαγαγεῖν ἔγνωκα πρὸς τὸν πατέρα καὶ νόμῳ παῤ ἐκείνου λαβεῖν τὸν γάμον. Ἂν μὲν οὖν ἐθελήσῃ μοι δοῦναι τὴν κόρην, ἀγαθῇ τύχῃ δέξομαι: ἂν δὲ σκαιὸς γένηται καὶ δύσκολος, παρθένον αὐτὴν ἀπολήψεται. [4] Ἐγὼ γὰρ προῖκα ἐπιδοὺς οὐκ εὐκαταφρόνητον ἀγαπητῶς ἂν λάβοιμι τὸν γάμον.’ Ἀναγνώσομαι δέ σοι καὶ τὸ συμβόλαιον, ὃ φθάνω πρὸ τοῦ πολέμου γράψας, δεόμενος συνοικίσαι τῷ Καλλισθένει τὴν κόρην, τό τε γένος αὐτοῦ καταλέγων καὶ τὸ ἀξίωμα καὶ τὰς ἐν τοῖς πολέμοις ἀριστείας. [5] Τοῦτο γάρ ἐστιν ἡμῖν τὸ συγκείμενον. Ἐγὼ δέ, ἢν τὴν ἔφεσιν ἀγωνισώμεθα, διέγνωκα πρῶτον μὲν εἰς τὸ Βυζάντιον διαπλεῦσαι, μετὰ ταῦτα δὲ εἰς τὴν Τύρον.’ Καὶ ταῦτα διαμυθολογήσαντες ἐκοιμήθημεν τὸν