previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐπεὶ δ̓ ἐνικήσαμεν τὸν πόλεμον ἐπιφανείᾳ τῶν θεῶν καὶ ὑποστρέψαντες εἰς τὸ Βυζάντιον, εὐφημοῦντες τὸν Ἡρακλέα καὶ τὴν Ἄρτεμιν ἐχειροτονήθημεν ἐγὼ μὲν ἐνταῦθα τῇ Ἀρτέμιδι, δὲ εἰς Τύρον Ἡρακλεῖ, λαβόμενός μου τῆς δεξιᾶς Καλλισθένης διηγεῖται πρῶτον τὰ πεπραγμένα αὐτῷ περὶ τὴν Καλλιγόνην. [2] ῾Ἀλλὰ ἅπερ ἐποιήσαμεν, πάτεῤ εἶπετὰ μὲν νεότητος φύσει πέπρακται βίᾳ, τὰ δὲ μετὰ ταῦτα προαιρέσει. Παρθένον γὰρ τὴν κόρην μέχρι τούτου τετήρηκα, καὶ ταῦτα πολέμοις ὁμιλῶν, ἐν οἷς οὐδεὶς ἀναβάλλεται τὰς ἡδονάς. [3] Νῦν οὖν εἰς τὴν Τύρον αὐτὴν ἀπαγαγεῖν ἔγνωκα πρὸς τὸν πατέρα καὶ νόμῳ παῤ ἐκείνου λαβεῖν τὸν γάμον. Ἂν μὲν οὖν ἐθελήσῃ μοι δοῦναι τὴν κόρην, ἀγαθῇ τύχῃ δέξομαι: ἂν δὲ σκαιὸς γένηται καὶ δύσκολος, παρθένον αὐτὴν ἀπολήψεται. [4] Ἐγὼ γὰρ προῖκα ἐπιδοὺς οὐκ εὐκαταφρόνητον ἀγαπητῶς ἂν λάβοιμι τὸν γάμον.’ Ἀναγνώσομαι δέ σοι καὶ τὸ συμβόλαιον, φθάνω πρὸ τοῦ πολέμου γράψας, δεόμενος συνοικίσαι τῷ Καλλισθένει τὴν κόρην, τό τε γένος αὐτοῦ καταλέγων καὶ τὸ ἀξίωμα καὶ τὰς ἐν τοῖς πολέμοις ἀριστείας. [5] Τοῦτο γάρ ἐστιν ἡμῖν τὸ συγκείμενον. Ἐγὼ δέ, ἢν τὴν ἔφεσιν ἀγωνισώμεθα, διέγνωκα πρῶτον μὲν εἰς τὸ Βυζάντιον διαπλεῦσαι, μετὰ ταῦτα δὲ εἰς τὴν Τύρον.’ Καὶ ταῦτα διαμυθολογήσαντες ἐκοιμήθημεν τὸν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: