previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τῇ δὲ ὑστεραίᾳ τὸν Σωσθένην ἦγον ἐπὶ τοὺς ἄρχοντας οἱ ταύτην ἔχοντες τὴν πίστιν. δὲ ἐπὶ βασάνους ἑαυτὸν ἀγόμενον ἰδὼν πάντα σαφῶς λέγει, ὅσα τε ἐτόλμησεν Θέρσανδρος καὶ ὅσα αὐτὸς ὑπηρέτησεν: οὐ παρέλιπε δὲ οὐδὲ ὅσα ἰδίᾳ πρὸ τῶν τῆς Λευκίππης θυρῶν διελέχθησαν πρὸς ἀλλήλους περὶ αὐτῆς. [2] Καὶ μὲν αὖθις εἰς τὴν εἱρκτὴν ἐβέβλητο, δώσων δίκην, τοῦ δὲ Θερσάνδρου φυγὴν ἀπόντος κατέγνωσαν: ἡμᾶς δὲ ἱερεὺς ὑπεδέχετο πάλιν τὸν εἰθισμένον τρόπον. [3] Καὶ μεταξὺ δειπνοῦντες ἐμυθολογοῦμεν τε τὴν προτεραίαν ἐτύχομεν εἰπόντες καὶ εἴ τι ἐπιδεέστερον ἦν ὧν ἐπάθομεν. Λευκίππη δὲ ἅτε δὴ τὸν πατέρα μηκέτι αἰδουμένη, ὡς ἂν σαφῶς παρθένος εὑρεθεῖσα, τὰ συμβάντα μεθ̓ ἡδονῆς διηγεῖτο. [4] Ἐπεὶ δὲ κατὰ τὴν Φάρον ἐγεγόνει καὶ τοὺς λῃστάς, λέγω πρὸς αὐτὴνοὐκ ἐρεῖς ἡμῖν τὸν μῦθον τῶν τῆς Φάρου λῃστῶν καὶ τῆς ἀποτμηθείσης ἐκεῖ τὸ αἴνιγμα κεφαλῆς, ἵνα σου καὶ πατὴρ ἀκούσῃ; τοῦτο γὰρ μόνον ἐνδεῖ πρὸς ἀκρόασιν τοῦ παντὸς δράματος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: