Click on a word to bring up parses, dictionary entries, and frequency statistics
βουλοίμην ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, προσέχοντας, ἃ μέλλω λέγειν, ἀκοῦσαι: καὶ γάρ ἐστιν οὐ μικρά. ἐγὼ θαυμάζω τί δή ποτε, πρὶν μὲν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι, ὅτῳ τις ἂν ὑμῶν ἐντύχῃ, οὗτος εὐπόρως εἰπεῖν ἔχει δι᾽ ὧν ἂν τὰ παρόντα πράγματα βελτίω γένοιτο: καὶ πάλιν αὐτίκα δὴ μάλ᾽ ἐὰν ἀπέλθητε, ὁμοίως ἕκαστος ἐρεῖ τὰ δέοντα: ἐν δὲ τῷ περὶ τούτων σκοπεῖν ὄντες καὶ συνειλεγμένοι πάντα μᾶλλον ἢ ταῦτα λεγόντων τινῶν ἀκούετε.
[2]
ἆρά γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, γνῶναι μὲν ἔστιν ἑκάστῳ τὰ δέονθ᾽ ὑμῶν καὶ κατὰ τῶν ἄλλων εἰπεῖν ἐπίσταται, ποιῶν δ᾽ αὐτὸς ἕκαστος οὐ χαίρει, εἶτ᾽ ἰδίᾳ μέν, ὡς ἄρ᾽ αὐτὸς ἑτοίμως τὰ βέλτιστ᾽ <ἂν> πράττειν δόξων, τοῖς ἄλλοις ἐπιτιμᾷ, κοινῇ δ᾽ εὐλαβεῖσθε τὰ τοιαῦτα ψηφίζεσθαι δι᾽ ὧν ἐν τῷ λῃτουργεῖν τι τῶν καθηκόντων ἅπαντες ἔσεσθε;
[3]
εἰ μὲν τοίνυν μηδένα καιρὸν οἴεσθ᾽ ἥξειν ὃς εἴσω τῆς εἰρωνείας ἀφίξεται ταύτης, καλῶς ἂν ἔχοι τοῦτον τὸν τρόπον διάγειν: εἰ δὲ τὰ πράγμαθ᾽ ὁρᾶτ᾽ ἐγγυτέρω προσάγοντα, δεῖ σκοπεῖσθαι ὅπως μὴ πλησίον αὐτοῖς μαχεῖσθε, ἃ πόρρωθεν ἔξεστι φυλάξασθαι, καὶ τοὺς νῦν περιοφθέντας ἐφηδομένους ὕστερον ἕξεθ᾽ οἷς ἂν πάσχητε.