Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
δεῖ δὲ πράξεώς τινος τὸν λέγοντα φανῆναι σύμβουλον, δι᾽ ἣν καὶ μετὰ ταῦτ᾽ ἀγαθοῦ τινος ὑμῖν ἔσται παρουσία. τοῦτο δ᾽ ἤδη καὶ σπάνιον καὶ χαλεπὸν πεπειραμένος οἶδ᾽ ὂν εὑρεῖν. οὐδὲ γὰρ αὔταρκες τὸ ἰδεῖν ἐστι τὰ τοιαῦτα, ἂν μὴ καὶ πεῖσαί τις τοὺς συναρουμένους ὑμᾶς δυνηθῇ. οὐ μὴν ἀλλ᾽ ἐμὸν μὲν ἔργον εἰπεῖν ἴσως ἃ πέπεικ᾽ ἐμαυτὸν συμφέρειν, ὑμέτερον δ᾽ ἀκούσαντας κρῖναι, κἂν ἀρέσκῃ, χρῆσθαι.