Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
φασὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, παρ᾽ ἐκείνοις μέχρι μὲν τοῦ δόξαι γνώμην, ἣν ἂν ἕκαστος ἔχῃ, λέγειν, ἐπειδὰν δ᾽ ἐπικυρωθῇ, ταῦθ᾽ ἅπαντας ἐπαινεῖν καὶ συμπράττειν, καὶ τοὺς ἀντειπόντας. τοιγάρτοι πολλῶν μὲν ὄντες οὐ πολλοὶ περιγίγνονται, λαμβάνουσι δέ, ὅσ᾽ ἂν μὴ τῷ πολέμῳ δύνωνται, τοῖς καιροῖς, οὐδεὶς δ᾽ αὐτοὺς ἐκφεύγει χρόνος οὐδὲ τρόπος τοῦ τὰ συμφέρονθ᾽ ἑαυτοῖς περαίνειν, οὐ μὰ Δί᾽ οὐχ ὥσπερ ἡμεῖς καὶ διὰ τούτους καὶ τοὺς ὁμοίους τούτοις, ἀλλήλων περιγιγνόμενοι καὶ οὐχὶ τῶν ἐχθρῶν,