Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον, ἐπειδὴ ἐφ᾽ ὑμῖν ἐστιν ἑλέσθαι τῶν ῥηθέντων ὅ τι ἂν βούλησθε, ἁπάντων ἀκοῦσαι. καὶ γὰρ πολλάκις συμβαίνει τὸν αὐτὸν ἄνθρωπον τοῦτο μὲν μὴ λέγειν ὀρθῶς, ἕτερον δέ τι: ἐκ μὲν οὖν τοῦ θορυβεῖν τάχ᾽ ἂν δυσχεράναντες πολλῶν χρησίμων ἀποστερηθείητε, ἐκ δὲ τοῦ μετὰ κόσμου καὶ σιγῆς ἀκοῦσαι καὶ τὰ καλῶς ἔχονθ᾽ ἅπαντα ποιήσετε, κἂν δοκῇ τις [παρα]ληρεῖν, παραλείψετε. ἐγὼ μὲν οὖν οὔτ᾽ εἴωθα μακρολογεῖν, οὔτ᾽ ἄν, εἰ τὸν ἄλλον εἰώθειν χρόνον, νῦν ἐχρησάμην τούτῳ, ἀλλ᾽ ἃ συμφέρειν ὑμῖν νομίζω, ταῦθ᾽ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων ἐρῶ πρὸς ὑμᾶς.