Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
εἰ δ᾽ ὑπὲρ ὧν ὑμῖν λῃτουργεῖν δεῖ, προσθήσειν αὑτοῖς οἴονταί με, ληροῦσιν. καὶ ταῦτ᾽ ἴσως βούλονται καὶ προσδοκῶσιν: ἐγὼ δ᾽ οὐ ποιήσω ταῦτα, ἀλλ᾽ ἐὰν μὲν δῶσι, καθέλξω τὴν ναῦν καὶ τὰ προσήκοντα ποιήσω, εἰ δὲ μή, τοὺς αἰτίους ὑμῖν ἀποφανῶ.