Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὃ καὶ θαυμάζω τίς ποθ᾽ ἡ πρόφασις. πότερον προῖκα λέγειν ταῦτ᾽ αὐτοὺς οἴεσθε; ἀλλ᾽ οἱ τῶν ὀλιγαρχιῶν, ὑπὲρ ὧν οὗτοι λέγουσιν, κύριοι καὶ πλείω σιωπῆς μᾶλλον ἂν δοῖεν. ἀλλὰ βελτίω ταῦτ᾽ εἶναι τῶν ἑτέρων ὑπειλήφατε; βελτίων ἄρ᾽ ὑμῖν ὀλιγαρχία δημοκρατίας φαίνεται. ἀλλ᾽ αὐτοὺς εἶναι βελτίους ἡγεῖσθε; καὶ τίς ἂν ὑφ᾽ ὑμῶν χρηστὸς νομίζοιτ᾽ εἰκότως, ἐναντία τῇ καθεστώσῃ πολιτείᾳ δημηγορῶν; οὐκοῦν λοιπὸν ἁμαρτάνειν ὑμᾶς, ὅταν οὕτως ἔχητε τὴν γνώμην. τοῦτο τοίνυν φυλάττεσθε μὴ πάσχειν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μή ποτε τοῖς ἐπιβουλεύουσιν λαβὴν δώσετε, εἶτα τότ᾽ αἰσθήσεσθ᾽ ἡμαρτηκότες, ἡνίκ᾽ οὐδ᾽ ὁτιοῦν ὑμῖν πλέον ἔσται.