Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
αὐτίκα γὰρ τὸ μὴ 'πιτρέπειν τοῖς ἀδικοῦσιν, ὁρᾶθ᾽ ὡς καλὸν τὸ ῥῆμα. ἀποβλέψατε δὴ πρῶτον πρὸς τὸ ἔργον αὐτό. δεῖ κρατῆσαι μαχομένους τῶν ἐχθρῶν τοὺς τὴν τοῦ ῥήματος τούτου σεμνότητ᾽ ἔργῳ ληψομένους. εἰπεῖν μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα πέφυκε ῥᾴδιον, πρᾶξαι δ᾽ οὐχ ἅπαντα. οὐ γὰρ ἴσος πόνος καὶ ἱδρὼς πρό τε τοῦ λέγειν καὶ πρὸ τοῦ πράττειν ἐστίν.