Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτ᾽ ἄλογον, τοὺς ἀεὶ καὶ συνεχῶς ὑπὲρ τῶν ὀλιγαρχιῶν πολιτευομένους καὶ νῦν ταῦτα ποιοῦντας ἐξελέγχεσθαι. ἀλλ᾽ ἐκεῖνο μᾶλλον ἄν τις εἰκότως θαυμάσαι, τὸ τοὺς εἰδότας ὑμᾶς ταῦτα πολλάκις ἥδιον τούτων ἀκούειν ἢ τῶν ὑπὲρ ὑμῶν λεγόντων. ἴσως μὲν οὖν ὥσπερ οὐδ᾽ ἰδίᾳ ῥᾴδιόν ἐστιν ἅπαντ᾽ ὀρθῶς πράττειν, οὕτως οὐδὲ κοινῇ: