Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τηλικούτων βουλευομένους διδόναι παρρησίαν ἑκάστῳ τῶν συμβουλευόντων. ἐγὼ δ᾽ οὐδεπώποθ᾽ ἡγησάμην χαλεπὸν τὸ διδάξαι τὰ βέλτισθ᾽ ὑμᾶς (ὡς γὰρ ἁπλῶς εἰπεῖν, πάντες ὑπάρχειν ἐγνωκότες ἔμοιγε δοκεῖτε), ἀλλὰ τὸ πεῖσαι πράττειν ταῦτα: ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ, τότ᾽ ἴσον τοῦ πραχθῆναι ἀπέχει ὅσονπερ πρὶν δόξαι.