Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ μικρὰν ἄν μοι δοκεῖτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ζημίαν νομίσαι, εἴ τις ἀηδὴς δόξα καὶ μὴ προσήκουσα τῇ πόλει παρὰ τοῖς πολλοῖς περιγίγνοιτο. τοῦτο τοίνυν οὕτω καλῶς ἐγνωκότες οὐκ ἀκόλουθα ποιεῖτε τὰ λοιπά, ἀλλ᾽ ὑπάγεσθ᾽ ἑκάστοτε πράττειν ἔνια, ἃ οὐδ᾽ ἂν αὐτοὶ φήσαιτε καλῶς ἔχειν. ἐγὼ δ᾽ οἶδα μὲν τοῦθ᾽ ὅτι τοὺς ἐπαινοῦντας ἥδιον προσδέχονται πάντες τῶν ἐπιτιμώντων: οὐ μὴν οἴομαι δεῖν, ταύτην τὴν φιλανθρωπίαν διώκων, λέγειν παρ᾽ ἃ συμφέρειν ὑμῖν ἡγοῦμαι.