Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐγὼ δ᾽ οὐ χείρους ὑμᾶς ἡγοῦμαι φύσει Θηβαίων (καὶ γὰρ ἂν μαινοίμην), ἀλλ᾽ ἀπαρασκευοτέρους. φημὶ δὴ δεῖν τοῦ παρασκευάζεσθαι νῦν ποιεῖσθαι τὴν ἀρχήν, ἐπειδὴ τέως ἠμελεῖτε, οὐ τοῦ διαγωνίζεσθαι. οὐ γὰρ ἀντιλέγω τὸ ὅλον, ἀλλ᾽ ὑπὲρ τοῦ τρόπου τῆς ἐγχειρήσεως ἐναντιοῦμαι.