Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
σπουδαίων τοίνυν ἐστὶν ἀνθρώπων, ὅταν βελτίστῃ τῇ παρούσῃ τύχῃ χρῶνται, τότε πλείω τὴν σπουδὴν πρὸς τὸ σωφρονεῖν ἔχειν: οὐδὲν γὰρ οὔτε φυλαττομένοις οὕτω δεινὸν ὥστ᾽ ἀφύλακτον εἶναι, οὔτ᾽ ὀλιγωροῦσιν ἀπροσδόκητον παθεῖν. λέγω δὲ ταῦτ᾽ οὐχ ἵνα τὴν ἄλλως ὑμᾶς δεδίττωμαι, ἀλλ᾽ ἵνα μὴ διὰ τὴν παροῦσαν εὐπραξίαν, ἃ γένοιτ᾽ ἄν, εἰ μὴ προνοήσεσθε τῶν πραγμάτων, δείν᾽ ἀκούοντες καταφρονῆτε, ἀλλ᾽ ἄνευ τοῦ παθεῖν, ὥσπερ ἐστὶν προσῆκον φάσκοντάς γε μηδένων ἀπολείπεσθαι τῷ σωφρονεῖν, φυλάξησθε.