Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ δῆτα θαυμάζω, πότερά ποθ᾽ οἱ τοιοῦτοι λόγοι τὸν λέγονθ᾽ ὁμοίως πεφύκασιν ἐξαπατᾶν ὥσπερ πρὸς οὓς ἂν λέγωνται, ἢ συνιέντες οὗτοι τἀναντία τοῖς δοκοῦσιν ἑαυτοῖς εἶναι βελτίστοις δημηγοροῦσιν. εἰ μὲν γὰρ ἀγνοοῦσιν ὅτι τὸν μέλλοντα πράξειν τὰ δέοντα οὐκ ἐπὶ τῶν λόγων θρασύν, ἀλλ᾽ ἐπὶ τῆς παρασκευῆς ἰσχυρὸν εἶναι δεῖ, οὐδ᾽ ἐπὶ τῷ τοὺς ἐχθροὺς μὴ δυνήσεσθαι θαρρεῖν, ἀλλ᾽ ἐπὶ τῷ κἂν δύνωνται κρατήσειν, τὰ τῶν λόγων ἀστεῖ᾽ ὡς ἔοικεν τοῦ τὰ μέγιστ᾽ αἰσθάνεσθαι κεκώλυκεν αὐτούς. εἰ δὲ ταῦτα μὲν μηδ᾽ ἂν φήσαιεν ἀγνοεῖν, πρόφασις δ᾽ ἄλλη τις ὕπεστι δι᾽ ἣν ταῦτα προαιροῦνται, πῶς οὐ χρὴ φαύλην ταύτην ὑπολαμβάνειν, ἥτις ποτ᾽ ἐστίν;