Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τὸ μὲν γὰρ ἕκαστ᾽ ἀπόλλυσθαι τῆς τῶν ἐπιμελουμένων κακίας σημεῖον προσήκει ποιεῖσθαι: τὸ δὲ μὴ πάλαι πάντ᾽ ἀπολωλέναι τῆς ὑμετέρας τύχης εὐεργέτημ᾽ ἔγωγε κρίνω. ἐν ᾧ τοίνυν ἡ τύχη διαλείπει καὶ τοὺς ἐχθροὺς ἀνέχει, τῶν λοιπῶν ἐπιμελήθητε. εἰ δὲ μή, σκοπεῖθ᾽ ὅπως μὴ ἅμα τούς τ᾽ ἐφεστῶτας ἑκάστοις ὑμεῖς κρινεῖτε, καὶ τὰ πράγμαθ᾽ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, κλινεῖ. οὐ γὰρ ἔσθ᾽ ὅπως ταῦτ᾽ ἄνευ μεγάλου τινὸς <κακοῦ> στήσεται, μηδενὸς ἀντιλαμβανομένου.