Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἦν μὲν δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην ὑπάρχειν παρ᾽ ὑμῶν ὀργὴν τοῖς ἐπιχειροῦσιν ὅσηνπερ τοῖς δυνηθεῖσιν ἐξαπατῆσαι. ὃ μὲν γὰρ ἦν ἐπὶ τούτοις, πεποίηται καὶ προήγαγον ὑμᾶς: τοῦ δὲ μὴ τέλος ταῦτ᾽ ἔχειν ἡ τύχη καὶ τὸ βέλτιον νῦν ὑμᾶς φρονεῖν ἢ ὅτ᾽ ἐξήχθηθ᾽ ὑπὸ τούτων, γέγονεν αἴτια. οὐ μὴν ἀλλ᾽ ἔγωγ᾽ οὕτω πόρρω νομίζω τὴν πόλιν εἶναι τοῦ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνειν ὥστ᾽ ἀγαπητὸν εἶναί μοι δοκεῖ, ἂν ὅπως μὴ πείσεσθε κακῶς δύνησθε φυλάττεσθαι: τοσαῦται τέχναι καὶ γοητεῖαι καὶ ὅλως ὑπηρεσίαι τινές εἰσιν ἐφ᾽ ὑμᾶς κατεσκευασμέναι. τῆς μὲν οὖν τούτων κακίας οὐκ ἂν ἐν τῷ παρόντι τις ἐν δέοντι μάλιστα κατηγορήσειεν: βούλομαι δ᾽ ὑπὲρ ὧν ἀνέστην, ἃ νομίζω συμφέροντ᾽ εἰπεῖν.