previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ μὲν τῶν παρόντων, ἄνδρες Ἀθηναῖοι, πραγμάτων τῇ πόλει, καίπερ οὐκ ἐχόντων ὡς δεῖ, οὐ πάνυ μοὶ δοκεῖ τῶν χαλεπῶν εἶναι ζητῆσαι τί ἄν τις πράξας βελτίω ποιήσειεν. ὅντινα μέντοι χρὴ τρόπον πρὸς ὑμᾶς εἰπεῖν περὶ αὐτῶν, τοῦτο παμπόλλην δυσκολίαν ἔχειν νομίζω, οὐχ ὡς οὐ συνησόντων τι ἄν τις λέγῃ, ἀλλ᾽ οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον τὰ βέλτιστα τοῖς πράγμασιν συνειθίσθαι μοι δοκεῖτ᾽ ἀκούειν, ὥστε δέδοικα μὴ τῷ νῦν τὰ βέλτιστ᾽ εἰπόντι, ἣν τοῖς ἐξηπατηκόσιν προσῆκεν ἀπέχθειαν ὑπάρχειν παρ᾽ ὑμῶν, ταύτην ἀπενέγκασθαι συμβῇ. [2] ὁρῶ γὰρ ὑμᾶς πολλάκις οὐ τοὺς αἰτίους τῶν πραγμάτων μισοῦντας, ἀλλὰ τοὺς ὑστάτους περὶ αὐτῶν εἰπόντας τι πρὸς ὑμᾶς. οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἀκριβῶς ταῦτα λογιζόμενος, ὅμως οἶμαι δεῖν πάντα παρεὶς τἄλλα περὶ αὐτῶν τῶν παρόντων κράτιστα νομίζω λέγειν.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: