Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ καὶ τὸν ἄλλον χρόνον, ὦ ἄνδρες Ἀθηναῖοι, μηδενὶ συμπολιτευόμενοι τοσαύτην ἤγομεν ἡσυχίαν ὅσηνπερ ἐν τῷ παρόντι, οὔτε τὰ νῦν ἂν γεγενημένα συμβῆναι νομίζω, τῶν τ᾽ ἄλλων οἶμαι πολλὰ βέλτιον ἂν ἡμῖν ἔχειν. νῦν δ᾽ ὑπὸ τῆς ἐνίων ἀσελγείας οὔτε παρελθεῖν οὔτ᾽ εἰπεῖν οὔθ᾽ ὅλως λόγου τυχεῖν ἔστιν.
[2]
ὅθεν συμβαίνει πολλὰ καὶ οὐκ ἐπιτήδει᾽ ἴσως. εἰ μὲν οὖν ἀεὶ ταὐτά, πυνθάνεσθαι, καὶ σκοπεῖν ὅ τι χρὴ ποιῆσαι, καὶ πάσχειν οἷάπερ νυνὶ βούλεσθε, ψηφιεῖσθ᾽ ἅπερ ἐκ τῶν παρεληλυθότων χρόνων, καθέλκειν τριήρεις, ἐμβαίνειν, εἰσφέρειν, πάντα ταῦτ᾽ ἤδη: ἃ τριῶν ἡμερῶν ἢ πέντε, ἂν σιωπηθῇ τὰ παρὰ τῶν πολεμίων καὶ σχῶσιν ἡσυχίαν ἐκεῖνοι, πάλιν οὐκέτι καιρὸν εἶναι πράττειν ὑπολήψεσθε. ὅπερ, ἡνίκ᾽ ἐν Ἑλλησπόντῳ Φίλιππον ἠκούσαμεν, συνέβη, καὶ πάλιν ἡνίκ᾽ εἰς Μαραθῶνα τριήρεις αἱ λῃστρίδες προσέσχον.
[3]
ὡς γὰρ ἂν χρήσαιτό τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλῶς δυνάμει παρεσκευασμένῃ, οὕτως ὑμεῖς εἰώθατε τῷ βουλεύεσθαι χρῆσθαι, ὀξέως. δεῖ δὲ βουλεύεσθαι μὲν ἐφ᾽ ἡσυχίας, ποιεῖν δὲ τὰ δόξαντα μετὰ σπουδῆς, καὶ λογίσασθαι τοῦθ᾽ ὅτι εἰ μὴ καὶ τροφὴν ἱκανὴν ποριεῖτε καὶ στρατηγόν τινα τοῦ πολέμου νοῦν ἔχοντα προστήσεσθε καὶ μένειν ἐπὶ τῶν οὕτω δοξάντων ἐθελήσετε, ψηφίσμαθ᾽ ὑμῖν περιέσται, καὶ παραναλώσετε μὲν πάνθ᾽ ὅσ᾽ ἂν δαπανήσητε, βελτίω δ᾽ οὐδ᾽ ὁτιοῦν τὰ πράγματ᾽ ἔσται, κρινεῖτε δ᾽ ὃν ἂν βούλησθ᾽ ὀργισθέντες. ἐγὼ δὲ βούλομαι τοὺς ἐχθροὺς ὑμᾶς ἀμυνομένους ὀφθῆναι πρότερον ἢ τοὺς πολίτας κρίνοντας: οὐ γὰρ ἡμῖν αὐτοῖς πολεμεῖν μᾶλλον ἢ 'κείνοις ἐσμὲν δίκαιοι.
[4]
ἵν᾽ οὖν μή, τὸ ῥᾷστον ἁπάντων, ἐπιτιμήσω μόνον, ὃν τρόπον ἄν μοι δοκεῖτε ταῦτα ποιῆσαι διδάξω, δεηθεὶς ὑμῶν μὴ θορυβῆσαι μηδ᾽ ἀναβάλλειν νομίσαι με καὶ χρόνον ἐμποιεῖν. οὐ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες μάλιστ᾽ εἰς [τὸ] δέον λέγουσιν (οὐ γὰρ ἂν τά γ᾽ ἤδη γεγενημένα κωλῦσαι δυνηθείημεν τῇ νυνὶ βοηθείᾳ), ἀλλ᾽ ὃς ἂν δείξῃ τίς πορισθεῖσα παρασκευὴ διαμεῖναι δυνήσεται, τέως ἂν ἢ περιγενώμεθα τῶν ἐχθρῶν ἢ πεισθέντες διαλυσώμεθα τὸν πόλεμον: οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς.