previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλῶν, ἄνδρες Ἀθηναῖοι, λόγων εἰρημένων παρὰ πάντων τῶν συμβεβουλευκότων, οὐδὲν ὑμᾶς νῦν ὁρῶ ὄντας ἐγγυτέρω τοῦ τί πρακτέον ηὑρῆσθαι πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι. αἴτιον δὲ τούτου ταὔθ᾽ ὅπερ οἶμαι τοῦ κακῶς ἔχειν τὰ ὅλα: οὐ γὰρ παραινοῦσιν ὑμῖν ὑπὲρ τῶν παρόντων οἱ λέγοντες, ἀλλ᾽ ἑαυτῶν κατηγοροῦσι καὶ λοιδοροῦνται, ὡς μὲν ἐγὼ κρίνω, συνεθίζοντες ὑμᾶς ἄνευ κρίσεως, ὅσων εἰσὶν αἴτιοι κακῶν, ἀκούειν, ἵν᾽ ἄν ποτ᾽ ἄρ᾽ εἰς ἀγῶνα καθιστῶνται, μηδὲν ἡγούμενοι καινὸν ἀκούειν, ἀλλ᾽ ὑπὲρ ὧν ὤργισθε πολλάκις, πραότεροι δικασταὶ καὶ κριταὶ γίγνησθε τῶν πεπραγμένων αὐτοῖς. [2] τὴν μὲν οὖν αἰτίαν δι᾽ ἣν ταῦτα ποιοῦσιν, ἴσως ἀνόητον ἀκριβῶς ζητεῖν [εἴη ἂν] ἐν τῷ παρόντι: ὅτι δ᾽ ὑμῖν οὐχὶ συμφέρει, διὰ τοῦτ᾽ ἐπιτιμῶ. ἐγὼ δ᾽ οὔτε κατηγορήσω τήμερον οὐδενός, οὔθ᾽ ὑποσχήσομαι τοιοῦτ᾽ οὐδὲν μὴ παραχρῆμ᾽ ἐπιδείξω, οὐδ᾽ ὅλως τῶν αὐτῶν τούτοις οὐδὲν ποιήσω: ἀλλ᾽ βέλτιστα μὲν τοῖς πράγμασιν, συμφέροντα δὲ τοῖς βουλευομένοις ὑμῖν ἡγοῦμαι, ταῦθ᾽ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπὼν καταβήσομαι.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: