Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐδέν᾽ <ἂν> ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐ κακοῦ πολίτου καὶ φαύλου τὴν γνώμην ἀνδρός ἐστιν οὕτω τινὰ μισεῖν ἢ φιλεῖν τῶν ἐπὶ τὰ κοινὰ προσιόντων ὥστε τοῦ τῇ πόλει βελτίστου μηδὲν φροντίζειν, ἀλλὰ τὰ μὲν πρὸς ἐπήρειαν, τὰ δὲ πρὸς φιλίαν δημηγορεῖν: ἃ ποιοῦσιν ἔνιοι τῶν δευρὶ παριόντων. ἐγὼ δὲ τούτοις μὲν τοσοῦτον ἂν εἴποιμι, ὅτι μοι δοκοῦσιν οὐδ᾽ εἴ τι πεποιήκασιν τοιοῦτον μέγισθ᾽ ἡμαρτηκέναι, ἀλλ᾽ ὅτι δηλοῦσιν οὐδέποτ᾽ οὐδὲ παύσασθαι παρεσκευασμένοι.
[2]
ὑμῖν δὲ παραινῶ μὴ προϊεμένους ὑμᾶς αὐτοὺς ἱκανὸν τοῦτο νομίζειν, δίκην, ὅταν ὑμῖν δόξῃ, παρὰ τούτων λαβεῖν, ἀλλὰ καὶ τούτους, ὅσον ἐστὶν ἐν ὑμῖν, κωλύειν, καὶ αὐτούς, ὥσπερ ὑπὲρ πόλεως προσήκει βουλευομένους, τὰς ἰδίας ἀνελόντας φιλονικίας τὸ κοινῇ βέλτιστον σκοπεῖσθαι, ἐνθυμουμένους ὅτι οὐδείς, οὐδ᾽ ἅμα πάντες οἱ πολιτευόμενοι, τῶν νόμων, ἐφ᾽ οἷς ὑμεῖς ἐστε, ἀξιόχρεῴ εἰσι διαφθαρέντων δίκην δοῦναι.