Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐκ ἄδηλον ἦν, ὦ ἄνδρες Ἀθηναῖοι, πρῴην, ὅτε τῶν ἀντιλέγειν βουλομένων οἷς ὁ δεῖν᾽ ἔλεγεν οὐκ ᾤεσθ᾽ ἀκούειν χρῆναι, ὅτι συμβήσεται τοῦθ᾽ ὃ νυνὶ γίγνεται, ὅτι οἱ τότε κωλυθέντες ἐροῖεν εἰς ἑτέραν ἐκκλησίαν. ἂν τοίνυν ταὔθ᾽ ἅπερ πρότερον ποιήσητε, καὶ τῶν τοῖς τότε δόξασι συνειπεῖν βουλομένων μὴ 'θελήσητ᾽ ἀκοῦσαι, πάλιν ταῦτ᾽ εἰς τὴν ἑτέραν ἐκκλησίαν οὗτοι λαβόντες τούτων κατηγορήσουσιν.
[2]
οὐδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε τὰ πράγματα χείρω γένοιτ᾽ ἄν, οὔθ᾽ ὑμεῖς ἀτοπώτεροι φανείητε, ἢ εἰ μήτε τῶν δοξάντων ὑμῖν πέρας μηδὲν ἔχειν δοκοίη, μήτ᾽ ἀφέντες ἃ μὴ συμφέρει, τῶν πρὸ ὁδοῦ τι περαίνοιτε, εἴητε δ᾽ ὥσπερ τὰ θέατρα τῶν προκαταλαμβανόντων. μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ πονήσαντες τὸν πόνον τοῦτον καὶ παρασχόντες ἴσους ἀκροατὰς ἀμφοτέροις ὑμᾶς αὐτοὺς πρῶτον μὲν ἕλεσθ᾽ ὅ τι καὶ ποιήσετε, ἔπειθ᾽ ὑπολαμβάνετε, ἐάν τις ἐναντιῶται τοῖς ἅπαξ οὕτω δοκιμασθεῖσι, πονηρὸν καὶ κακόνουν ὑμῖν.
[3]
τὸ μὲν γὰρ λόγου μὴ τυχόντα πεπεῖσθαι βέλτιον τῶν ὑμῖν δοκούντων αὐτὸν ἐντεθυμῆσθαι συγγνώμη: τὸ δ᾽ ἀκουσάντων ὑμῶν καὶ διακρινάντων ἔτ᾽ ἀναισχυντεῖν, καὶ μὴ συγχωρεῖν ἐνδόντα τῇ τῶν πλειόνων γνώμῃ, ἄλλην τιν᾽ <ἂν> ὑποψίαν οὐχὶ δικαίαν ἔχειν φανείη. ἐγὼ μὲν δὴ σιωπᾶν <ἂν> ᾤμην δεῖν ἐν τῷ παρόντι, εἰ μένοντας ὑμᾶς ἑώρων ἐφ᾽ ὧν ἔδοξεν: εἰμὶ γὰρ τῶν ἐκεῖνα πεπεισμένων συμφέρειν ὑμῖν: ἐπειδὴ δ᾽ ὑπὸ τῶν παρὰ τούτων λόγων μεταβεβλῆσθαί μοί τινες δοκοῦσιν, ὡς οὔτ᾽ ἀληθῆ λέγουσιν οὔθ᾽ ὑμῖν συμφέροντα, ἴσως μὲν εἰδότας, οὐ μὴν ἀλλ᾽ εἰ καὶ τυγχάνετ᾽ ἀγνοοῦντες, διδάξω.