previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αἱ μὲν ἐλπίδες, ἄνδρες Ἀθηναῖοι, μεγάλαι καὶ καλαὶ τῶν προειρημένων, πρὸς ἃς οἴομαι τοὺς πολλοὺς ἄνευ λογισμοῦ τι πεπονθέναι. ἐγὼ δ᾽ οὐδεπώποτ᾽ ἔγνων ἕνεκα τοῦ παραχρῆμ᾽ ἀρέσαι λέγειν τι πρὸς ὑμᾶς, τι ἂν μὴ καὶ μετὰ ταῦτα συνοίσειν ἡγῶμαι. ἔστι μὲν οὖν τὸ κοινὸν ἔθος τῶν πλείστων τοὺς μὲν συνεπαινοῦντας ἑαυτοῖς τι ἂν πράττωσι φιλεῖν, πρὸς δὲ τοὺς ἐπιτιμῶντας ἀηδῶς ἔχειν. οὐ μὴν ἀλλὰ δεῖ τὸν εὖ φρονοῦντα τὸν λογισμὸν ἀεὶ τῶν ἐπιθυμιῶν κρείττω πειρᾶσθαι ποιεῖν. [2] ἐγὼ δ᾽ ἡδέως μὲν ἂν ἑώρων, καὶ συνοίσειν ἔμελλε, ταῦτ᾽ ἐν ἡδονῇ πράττειν ὄνθ᾽ ὑμῖν, ἵνα καὶ χαριζόμενος καὶ χρηστὰ λέγων ἐφαινόμην. ἐπειδὴ δὲ τἀναντί᾽ ὁρῶ τούτων ἐπιχειροῦντας ὑμᾶς, οἴομαι δεῖν ἀντειπεῖν, εἰ καί τισιν μέλλω ἀπεχθήσεσθαι. ἂν μὲν οὖν μηδ᾽ ὑπομείνητ᾽ ἀκοῦσαι μηδὲ ἕν, οὐ τῷ δοκιμάζοντες διαμαρτεῖν, ἀλλὰ τῷ φύσει πονήρ᾽ ἐπιθυμεῖν πράττειν τοιαῦτα προαιρεῖσθαι δόξετε. ἐὰν δ᾽ ἀκούσητε, τυχὸν μὲν ἴσως κἂν μεταπεισθείητε, μάλιστ᾽ ἐγὼ νομίζω συνενεγκεῖν ἂν ὑμῖν: εἰ δὲ μή, οἱ μὲν ἀγνοεῖν τὸ συμφέρον, οἱ δὲ τι ἄν τις βούληται, τοῦτ᾽ ἐρεῖ.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: