previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ μετὰ τῆς αὐτῆς γνώμης, ἄνδρες Ἀθηναῖοι, τούς τε λόγους ἠκούετε τῶν συμβουλευόντων καὶ τὰ πράγματ᾽ ἐκρίνετε, πάντων ἀσφαλέστατον ἦν ἂν τὸ συμβουλεύειν. καὶ γὰρ εὐτυχῶς καὶ ἄλλως πράξασιλέγειν γὰρ εὐφήμως πάντα δεῖκοίν᾽ ἂν ἦν τὰ τῆς αἰτίας ὑμῖν καὶ τῷ πείσαντι. νῦν δ᾽ ἀκούετε μὲν τῶν βούλεσθε λεγόντων ἥδιστα, αἰτιᾶσθε δὲ πολλάκις ἐξαπατᾶν ὑμᾶς αὐτούς, ἐὰν μὴ πάνθ᾽ ὃν ἂν ὑμεῖς τρόπον βούλησθε γένηται, [2] οὐ λογιζόμενοι τοῦθ᾽ ὅτι τοῦ μὲν ζητῆσαι καὶ λογίσασθαι τὰ βέλτιστα, ὡς ἄνθρωπος, καὶ πρὸς ὑμᾶς εἰπεῖν αὐτὸς ἕκαστός ἐστιν κύριος, τοῦ δὲ πραχθῆναι ταῦτα καὶ συνενεγκεῖν ἐν τῇ τύχῃ τὸ πλεῖστον μέρος γίγνεται. ἔστιν δ᾽ ἄνθρωπον ὄντ᾽ ἀγαπητὸν τῆς αὑτοῦ διανοίας λόγον ὑπέχειν: τῆς δὲ τύχης πρὸς ὑποσχεῖν ἕν τι τῶν ἀδυνάτων. [3] εἰ μὲν οὖν ηὑρημένον ἦν πῶς ἄν τις ἀσφαλῶς ἄνευ κινδύνου δημηγοροίη, μανία παραλείπειν τοῦτον <ἂν> ἦν τὸν τρόπον: ἐπεὶ δ᾽ ἀνάγκη τὸν περὶ τῶν μελλόντων πραγμάτων γνώμην ἀποφαινόμενον [κοινωνεῖν τοῖς ἀπ᾽ αὐτῶν γενομένοις] καὶ μετέχειν τῆς ἀπὸ τούτων αἰτίας, αἰσχρὸν ἡγοῦμαι λέγειν μὲν ὡς εὔνους, μὴ ὑπομένειν δέ, εἴ τις ἐκ τούτου κίνδυνος ἔσται. εὔχομαι δὲ τοῖς θεοῖς, καὶ τῇ πόλει κἀμοὶ συμφέρειν μέλλει, ταῦτ᾽ ἐμοί τ᾽ εἰπεῖν ἐλθεῖν ἐπὶ νοῦν καὶ ὑμῖν ἑλέσθαι. τὸ γὰρ πάντα τρόπον ζητεῖν νικῆσαι, δυοῖν θάτερον, μανίας κέρδους ἕνεκ᾽ ἐσπουδακότος φήσαιμ᾽ ἂν εἶναι.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: