previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔδει μέν, ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τότε πείθειν ὑμᾶς τι ἄριστον ἕκαστος ἡγεῖτο, ὅτ᾽ ἐβουλεύεσθε τὸ πρῶτον περὶ τούτων, ἵνα μὴ συνέβαινεν δὴ δύο πάντων ἐστὶν ἀλυσιτελέστατα τῇ πόλει, μήτε πέρας μηδὲν εἶχεν τῶν ὑμῖν δοξάντων, παρανοίας θ᾽ ὑμεῖς κατεγιγνώσκεθ᾽ ὑμῶν αὐτῶν μεταβουλευόμενοι. ἐπειδὴ δὲ σιωπήσαντες τότε νῦν ἐπιτιμῶσί τινες, βούλομαι μικρὰ πρὸς αὐτοὺς εἰπεῖν. [2] ἐγὼ γὰρ θαυμάζω τὸν τρόπον τῆς πολιτείας τῆς τούτων, μᾶλλον δ᾽ ἡγοῦμαι φαῦλον. εἰ γὰρ ἐξὸν παραινεῖν ὅταν σκοπῆτε, βεβουλευμένων κατηγορεῖν αἱροῦνται, συκοφαντῶν ἔργον, οὐχ, ὡς φασίν, εὔνων ποιοῦσιν ἀνθρώπων. ἡδέως δ᾽ ἂν ἐροίμην αὐτούςκαὶ μηδεμιᾶς λοιδορίας μέλλω λέγειν ἀρχὴ γενέσθωτί δὴ τἄλλ᾽ ἐπαινοῦντες Λακεδαιμονίους, μάλιστ᾽ ἄξιόν ἐστιν τῶν παρ᾽ ἐκείνοις ἄγασθαι, τοῦτ᾽ οὐ μιμοῦνται, μᾶλλον δ᾽ αὐτὸ τοὐναντίον ποιοῦσιν; [3] φασὶ γάρ, ἄνδρες Ἀθηναῖοι, παρ᾽ ἐκείνοις μέχρι μὲν τοῦ δόξαι γνώμην, ἣν ἂν ἕκαστος ἔχῃ, λέγειν, ἐπειδὰν δ᾽ ἐπικυρωθῇ, ταῦθ᾽ ἅπαντας ἐπαινεῖν καὶ συμπράττειν, καὶ τοὺς ἀντειπόντας. τοιγάρτοι πολλῶν μὲν ὄντες οὐ πολλοὶ περιγίγνονται, λαμβάνουσι δέ, ὅσ᾽ ἂν μὴ τῷ πολέμῳ δύνωνται, τοῖς καιροῖς, οὐδεὶς δ᾽ αὐτοὺς ἐκφεύγει χρόνος οὐδὲ τρόπος τοῦ τὰ συμφέρονθ᾽ ἑαυτοῖς περαίνειν, οὐ μὰ Δί᾽ οὐχ ὥσπερ ἡμεῖς καὶ διὰ τούτους καὶ τοὺς ὁμοίους τούτοις, ἀλλήλων περιγιγνόμενοι καὶ οὐχὶ τῶν ἐχθρῶν, [4] πάντ᾽ ἀνηλώκαμεν τὸν χρόνον, κἂν μὲν εἰρήνην τις ἐκ πολέμου ποιήσῃ, τοῦτον μισοῦντες, ἂν δ᾽ ἐξ εἰρήνης πόλεμόν τις λέγῃ, τούτῳ μαχόμενοι, ἂν δ᾽ ἔχειν ἡσυχίαν τις παραινῇ καὶ τὰ ἡμέτερ᾽ αὐτῶν πράττειν, οὐδὲ τοῦτον ὀρθῶς λέγειν φάσκοντες, ὅλως δ᾽ αἰτιῶν καὶ κενῶν ἐλπίδων ὄντες πλήρεις. ‘τί οὖν’, ἄν τις εἴποι, ‘σὺ παραινεῖς, ἐπειδὴ ταῦτ᾽ ἐπιτιμᾷς’; ἐγὼ νὴ Δί᾽ ἐρῶ.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: