previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδέν ἐστιν, ἄνδρες Ἀθηναῖοι, τοῦτ᾽ ἄλογον, τοὺς ἀεὶ καὶ συνεχῶς ὑπὲρ τῶν ὀλιγαρχιῶν πολιτευομένους καὶ νῦν ταῦτα ποιοῦντας ἐξελέγχεσθαι. ἀλλ᾽ ἐκεῖνο μᾶλλον ἄν τις εἰκότως θαυμάσαι, τὸ τοὺς εἰδότας ὑμᾶς ταῦτα πολλάκις ἥδιον τούτων ἀκούειν τῶν ὑπὲρ ὑμῶν λεγόντων. ἴσως μὲν οὖν ὥσπερ οὐδ᾽ ἰδίᾳ ῥᾴδιόν ἐστιν ἅπαντ᾽ ὀρθῶς πράττειν, οὕτως οὐδὲ κοινῇ: [2] ἀλλ᾽ οὐ δὴ τὰ μέγιστά γε χρὴ παρορᾶν. τὰ μὲν οὖν ἄλλα πάντ᾽ ἐστὶν ἐλάττω: ὅταν δ᾽ ὑπὲρ πολιτείας καὶ σφαγῶν καὶ δήμου καταλύσεως εὐχερῶς ἀκούητε, πῶς οὐκ ἔξω χρὴ τοῦ φρονεῖν ὑμᾶς [αὐτοὺς] ἡγεῖσθαι; οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι τοῖς ἑτέρων παραδείγμασι χρώμενοι μᾶλλον εὐλαβεῖς αὐτοὶ γίγνονται: ὑμεῖς δ᾽ οὐδὲ τὰ τοῖς ἄλλοις συμβαίνοντ᾽ ἀκούοντες φοβηθῆναι δύνασθε, ἀλλ᾽ τοὺς ἰδίᾳ περιμένοντας ἀβελτέρους νομίζετε, ταῦτ᾽ αὐτοὶ δημοσίᾳ μοι δοκεῖτ᾽ ἀναμένειν παθόντες αἰσθέσθαι.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: