Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ῥηθέντων, ἡσυχίαν ἂν ἦγον, εἰ δὲ μή, τότ᾽ ἂν καὶ αὐτὸς ἐπειρώμην ἃ γιγνώσκω λέγειν: ἐπειδὴ δ᾽ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι πρότερον, περὶ τούτων νυνὶ σκοπεῖτε, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν μετὰ τούτους δοκεῖν λέγειν.
[2]
εἰ μὲν οὖν εἶχεν καλῶς τὰ πράγματα, οὐδὲν ἂν ἔδει συμβουλεύειν: ἐπειδὴ δ᾽ ὅσην ἅπαντες ὁρᾶτ᾽ ἔχει δυσκολίαν, ὡς ἐκ τοιούτων πειράσομαι συμβουλεύειν ἃ κράτιστ᾽ εἶναι νομίζω. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖν᾽ ἐγνωκέναι δεῖ, ὡς οὐδὲν ὧν ἐποιεῖτ᾽ ἐπὶ τοῦ πολεμεῖν ὄντες τοῦ λοιποῦ πρακτέον ἐστίν, ἀλλὰ πάντα τἀναντία: εἰ γὰρ ἐκεῖνα φαῦλα πεποίηκε τὰ πράγματα, τἀναντί᾽ εἰκὸς βελτίω ποιῆσαι.
[3]
ἔπειτα νομιστέον οὐχ ὃς ἂν ὑμῖν ἢ μηδὲν ἢ μικρὰ προστάττῃ, τοῦτον ὀρθῶς λέγειν (ὁρᾶτε γὰρ ὡς ἐκ τῶν τοιούτων ἐλπίδων καὶ λόγων εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντα), ἀλλ᾽ ὃς ἂν τὸ χαρίζεσθαι παρείς, ἃ δεῖ καὶ δι᾽ ὧν παυσαίμεθ᾽ <ἂν> αἰσχύνην ὀφλισκάνοντες καὶ ζημιούμενοι, ταῦτα λέγῃ. καὶ γὰρ ὡς ἀληθῶς, εἰ μέν, ὅσ᾽ ἂν τῷ λόγῳ τις ὑπερβῇ λυπῆσαι μὴ βουλόμενος, καὶ τὰ πράγμαθ᾽ ὑπερβήσεται, δεῖ πρὸς ἡδονὴν δημηγορεῖν: εἰ δ᾽ ἡ τῶν λόγων χάρις, ἂν ᾖ μὴ προσήκουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστιν φενακίζειν ἑαυτοὺς καὶ μετὰ τῆς ἐσχάτης ἀνάγκης πρᾶξαι ταῦθ᾽ ἃ πάλαι 'θελοντὰς προσῆκεν ποιεῖν.